Psalms 118

1
LXX: Psa.117:1
Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
2
LXX: Psa.117:2
εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
3
LXX: Psa.117:3
εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
4
LXX: Psa.117:4
εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
5
LXX: Psa.117:5
ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν.
6
LXX: Psa.117:6
κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
7
LXX: Psa.117:7
κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
8
LXX: Psa.117:8
ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον πεποιθέναι ἐπ' ἄνθρωπον·
9
LXX: Psa.117:9
ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἐλπίζειν ἐπ' ἄρχοντας.
10
LXX: Psa.117:10
πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
11
LXX: Psa.117:11
κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς·
12
LXX: Psa.117:12
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.
13
LXX: Psa.117:13
ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ κύριος ἀντελάβετό μου.
14
LXX: Psa.117:14
ἰσχύς μου καὶ ὕμνησίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
15
LXX: Psa.117:15
φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων Δεξιὰ κυρίου ἐποίησεν δύναμιν,
16
LXX: Psa.117:16
δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν.
17
LXX: Psa.117:17
οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου.
18
LXX: Psa.117:18
παιδεύων ἐπαίδευσέν με. κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με
19
LXX: Psa.117:19
ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
20
LXX: Psa.117:20
αὕτη πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
21
LXX: Psa.117:21
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.
22
LXX: Psa.117:22
λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
23
LXX: Psa.117:23
παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
24
LXX: Psa.117:24
αὕτη ἡμέρα, ἣν ἐποίησεν κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
25
LXX: Psa.117:25
κύριε, σῶσον δή, κύριε, εὐόδωσον δή.
26
LXX: Psa.117:26
εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου.
27
LXX: Psa.117:27
θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
28
LXX: Psa.117:28
θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.
29
LXX: Psa.117:29
ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Copyright information for LXX